Henrik Ibsen / Ἑρρῖκος Ἴψεν

Brand / Κεκαυμένος

34,00 συμπεριλαμβανομένου ΦΠΑ

Μεταφραστής

Θεοδόσιος Ἀγγ. Παπαδημητρόπουλος

ἀριθμὸς σελίδων

441

ISBN ἐντύπου μορφῆς

978-618-5572-17-4

μορφή (ἔντυπη/ἠλεκτρονική)

ἔντυπη

Ὁ Νορβηγὸς ἱερεὺς Κεκαυμένος, ὑπέρμαχος τῆς ἐπιταγῆς οὐδὲν ἢ ἅπαν ἐν λατρείᾳ Κυρίου, ἐγκαθίσταται εἰς πόλιν τῆς Δυτικῆς Νορβηγικῆς ἀκτογραμμῆς καί — κατὰ τὴν διάρκειαν τοῦ πενταπράκτου δράματος — μανθάνει πῶς αὕτη ἡ σκληρὰ ἐπιταγὴ ἐφαρμόζεται καὶ ἐπ’ αὐτοῦ…

Δίγλωσσος ἔκδοσις τοῦ νορβηγικοῦ ποιητικοῦ δράματος μετ’ ἐκτενοῦς σχολιασμοῦ καὶ ἑρμηνείας. Τὸ πρωτότυπον καὶ ἡ μετάφρασις τυποῦνται ἐν διστήλῳ, καὶ ἡ ῥοὴ τοῦ δράματος διακόπτεται ὑπὸ τῶν ἑρμηνευτικῶν σχολίων, ἵνα φωτισθῇ ἡ σχέσις τοῦ δράματος μετὰ τῆς Ἁγίας Γραφῆς καὶ τῆς Πατερικῆς Παραδόσεως ἐν Ὀρθοδοξίᾳ, καίτοι ἡ τραγῳδία ἐκτυλίσσεται ἐν διαμαρτυρομένῳ περιβάλλοντι περὶ τὸ ἔτος 1865.

Τὸ μεταφραστικὸν ἰδίωμα ἀκολουθεῖ τῷ τρόπῳ τῆς Καινῆς καὶ Παλαιᾶς Διαθήκης· διὸ καὶ τὰ ἐκ τῆς Βίβλου ἀποσπάσματα ἐν πρωτοτύπῳ ἀποδίδονται εἰς Ἑλληνικὴν κατὰ τὴν ἀρχικὴν καινοδιαθηκικὴν ἢ παλαιοδιαθηκικὴν διατύπωσιν αὐτῶν.


Ἐνταῦθα εὐλογημένη εἰρήνη, οὐδεμία γνωριμία, οὐκ ἀναγινώσκω ἕτερόν τι τῆς Βίβλου,.. ἔστιν ἐν αὐτῇ δύναμις καὶ ἰσχύς!

Ἐξ ἐπιστολῆς τοῦ Ἴψεν.