Posted on

Ἀπὸ τὸ ὀπισθόφυλλο τῆς «Γραμματικῆς Τέχνης»

διονύσιος-θράξ-γραμματική-τέχνη-θεοδόσης-αγγ-παπαδημητρόπουλος

Τῆc γραμματικῆc εἰμι τέχνηc πυξίον
εὔληπτον, εὐcύνοπτον, ἐcτενωμένον,
cαφέc, καθαρόν, εὐκρινέc -γεγραμμένον
πρὸc πεῦcιν ἰθύνουcαν εἰc ἀποκρίcειc·
ὁ γὰρ τρόποc φέριcτοc εἰc τὸ συνέχειν
ἅπαν λόγου μάχημα τοῖc λογεμπόροιc.

Posted on

«Περὶ ἀναγνώσεως» ἀπὸ τή «Γραμματικὴ Τέχνη»

διονύσιος-θράξ-γραμματική-τέχνη-θεοδόσης-παπαδημητρόπουλος

[Γραμματικὴ Τέχνη τοῦ Διονυσίου Θρᾳκός, ἡ πρώτη σῳζόμενη γραμματικὴ τῆς Ἑλληνικῆς, κυκλοφορεῖ κατάλληλα ὑπομνηματισμένη σὲ μέγεθος βιβλίου τσέπης.]

Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀ δ ι ά π τ ω τ ο ς [ἄπταιστος] προφορά. Ἀναγνωστέον δὲ καθ᾽ ὑπόκρισιν [μὲ πλήρη ἐκφραστικὴ ἱκανότητα], κατὰ προσῳδίαν, κατὰ διαστολήν [μὲ κατάλληλες παύσεις]. Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν, ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην, ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν· ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν, τὴν δὲ κωμῳδίαν βιωτικῶς [κατὰ μίμησιν βίου/«νατουραλιστικά»], τὰ δὲ ἐλεγεῖα λιγυρῶς [μ᾽ ὀξύ, καθαρὸν ἦχο], τὸ δὲ ἔπος εὐτόνως, τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως [μὲ φωνὴ σπασμένη] καὶ γοερῶς. Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρριπτεῖ καὶ τὰς ἕξεις τῶν ἀναγιγνωσκόντων καταγελάστους παρίστησιν. [Προειδοποίηση τοῦ καλοῦ γραμματικοῦ καὶ δάσκαλου τῆς γλώσσας: Ἡ κακὴ ἀνάγνωση ὑπονομεύει καί τὴν ἀξία τοῦ ποίηματος, γελοιοποιεῖ καί τοὺς τρόπους (τὶς ἔξεις) τοῦ ἀνίκανου ἀναγνώστη… ]